# In Hippocratis prorrheticum i commentaria iii 16.576

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.576

τούτους οὖν, φησίν, ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. φαίνονται δὲ τῶν ἀφώνων ἐν ὀξέσιν νοσήμασι γιγνομένων ἔνιοι μὲν οὐδ' αἰσθανόμενοι διὰ τὸ τῆς ἀρχῆς πάθος, ἀμφοτέρων αὐτοῖς τῶν συμπτωμάτων ἑπομένων, ἔνιοι δὲ μόνον ἄφωνοι γιγνόμενοι, καὶ τούτων οἱ μὲν ἅμα τῷ καὶ τὰς ἄλλας κινήσεις ὅσαι κατὰ προαίρεσιν γίγνονται βεβλάφθαι πάσας, οἱ δὲ τὴν φωνὴν μόνην. ἐὰν οὖν ἅμα τῇ φωνῇ καὶ τῶν ἄλλων ἐνεργειῶν ἡ βλάβη γένηται, τῆς ἀρχῆς τῶν νεύρων ἐστὶ τὸ πάθος· ἐὰν δὲ μόνης τῆς φωνῆς, μόνων τῶν φωνητικῶν ὀργάνων. ἀλλ' ἐπί γε τῆς προειρημένης συνδρομῆς, ὅταν πλησίον ἤδη ἥκωσι τοῦ θανάτου, τὸ τῆς ἀφωνίας αὐτοῖς ἀκολουθεῖ σύμπτωμα. τὸ δ' ἐπὶ τῷ τέλει τῆς ὅλης ῥήσεως εἰρημένον καὶ κοιλίαι καταρρήγνυνται, οἷον ἐγένετο καὶ Ἑρμίππῳ, καὶ ἀπέθανεν οὕτως αὐτὸν εἰκὸς εἰρηκέναι, διότι μήτ' ἐτεθέατο πολλάκις ἑπόμενον τὸ σύμπτωμα τοῦτο τῇ προκειμένῃ συνδρομῇ μήτ' αὖ λογικῶς εὑρεῖν ἠδυνήθη. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
