# In Hippocratis prorrheticum i commentaria iii 16.578

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.578

ἡσυχάζοντα κατακεῖσθαι τὸν νοσοῦντα, μὴ ὅτι | θορυβωδῶς κεκραγότα καὶ ἀναπηδῶντα, καθάπερ ἔμπροσθεν, ἀλλὰ μηδὲ φθεγγόμενον ὅλως, μηδὲ τὸ τῆς κατακλίσεως σχῆμα μεταβάλλοντα. καὶ πολλάκις γε τοῖς οἰκείοις οὗτοι παρέσχον δόξαν, ὡς, εἰ γένοιτό τις σιγή, κοιμηθησόμενοι. συγκλείσαντες οὖν τὰς θυρίδας ἡσυχάζουσιν ἐπιτηροῦντες· ἐν τούτοις τε τρίβεται χρόνος ἐνίοτε μακρός, τῶν μὲν οἰκείων τῶν καμνόντων ἐκ τοῦ μὴ φθέγγεσθαί τι μηδὲ κινεῖσθαι τὸν νοσοῦντα τεκμαιρομένων κοιμᾶσθαι τὸν ἄνθρωπον, αὐτοῦ δὲ τοῦ νοσοῦντος μήτε κοιμωμένου καὶ τὰς χεῖρας κινοῦντος ἀτρέμα ὁμοίως τοῖς διὰ ψηλαφίας ἠρεμαίας ἅψασθαί τινος ἢ εὑρεῖν τι βουλομένοις. ἔπειτα τούτων οὕτως ἐχόντων ἔνιοι μὲν κεκλεισμένων τῶν βλεφάρων ταῦτα πράττουσιν, καὶ εἰ προσελθών τις αὐτοῖς διαλέγοιτο, τινὲς μὲν οὐδ' ὅλως ἀνοίγουσι τοὺς ὀφθαλμούς, ἔνιοι δὲ ἀνοίξαντες ἤτοι μικρὸν ὕστερον ἔκλεισαν ἢ ἀκινήτους φυλάττουσιν, ἔνιοι δ' οὐδ' ἂν ἐμβοήσῃ τις αὐτοῖς ἢ νύξῃ, τὰ βλέφαρα διανοίγουσιν. περὶ τοιούτων οὖν φρενιτικῶν ὁ Ἱπποκράτης κατὰ τὸ γ τῶν Ἐπιδημιῶν οὕτως ἔγραψεν· "οὐδ' |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
