Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.579
Not analysed yet
ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ' ἄλλοις, ἀλλ' ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλοντο". τοὺς δ' αὐτοὺς τούτους φρενιτικοὺς κατὰ τὴν προκειμένην ῥῆσιν ὠνόμασεν ἀσαφεῖς, ὡς εἰ καὶ δυσγνώστους εἶπε τοῖς πολλοῖς οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν. οἴονται γὰρ ἐκείνους μόνους εἶναι φρενιτικούς, ὅσοι κεκράγασιν ἢ ἀναπηδῶσιν, Ἱπποκράτους τοὺς βεβλαμμένους τὰς φρένας οὕτως ὀνομάζοντος, κἂν <εἰ> διὰ παντὸς ἐν καταφορᾷ τινι τύχοιεν ὄντες. συνεισβάλλει μὲν οὖν ἐξ ἀρχῆς ἐνίοτε παραφροσύνη κώματι. δέδεικται γὰρ ἐν τῷ Περὶ τοῦ παρ' Ἱπποκράτει κώματος ἐπὶ ταὐτὸν ἀναφέρων ἀμφοτέρας τὰς προσηγορίας, τήν τε τῆς καταφορᾶς καὶ τὴν τοῦ κώματος. ἀλλὰ τὸ μὲν τῆς ἡσυχίας ἀσαφὲς αἱ τοιαῦται φρενίτιδες οὐκ ἔχουσιν, τὸ δ', ὡς εἴρηται νῦν, ἀσαφὲς εἶδος φρενίτιδος ἐπὶ προήκοντι τῷ χρόνῳ γίνεται, καὶ πάντας, οὓς εἶδον οὕτω παθόντας, ἄρρωστον καὶ σκληρὸν καὶ στενὸν καὶ βραχὺν εἶχον τὸν σφυγμόν, ὡς τεκμαίρεσθαι κεκμηκυίας τῆς δυνάμεως αὐτοῖς