# In Hippocratis prorrheticum i commentaria iii 16.580

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.580

γίνεσθαι τὴν ἡσυχίαν, οὐ δυναμένοις ἰσχυρότερον κι|νεῖσθαι. τινὲς δ' αὐτῶν ὥσπερ τὰς χεῖρας ἠρέμα κινοῦσιν, οὕτω καὶ φθέγγονται βραχύτατα· καὶ τοῦτο λανθάνει τοὺς πολλοὺς καὶ μόνοις γίνεται κατάδηλον, ὅσοιπερ ἂν ἐγγυτέρω γενόμενοι κατακύψωσιν εἰς αὐτούς. ἔστι δ' ὅτε πειρᾶταί τις πρὸς τὸ κατακούειν σαφῶς πλησίον αὐτῶν τοῦ προσώπου καταθεῖναι τὸ οὖς. ἀλλὰ καὶ ἡ τῶν χειρῶν κίνησις αὐτοῖς βραχεῖα τρομώδης οὖσα λανθάνει τοὺς πολλοὺς μόνοις τοῖς ἀκριβῶς κατασκεψαμένοις φαινομένη. τεκμήριον μὲν οὖν τοῦτ' ἔστι τοῦ τὴν δύναμιν αὐτῶν ἀρρωστεῖν, ἑκτικὴν δέ τινα διάθεσιν εἶναι φρενίτιδος ὥσπερ <τῶν> πυρετῶν ἐκείνων, οὓς δι' αὐτὸ τοῦτο προσαγορεύομεν ‘ἑκτικούς’. εἴρηται δὲ περὶ αὐτῶν ἔν τε τοῖς Περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ὑπομνήμασιν καὶ τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν καὶ μέντοι κἀν τῷ Περὶ μαρασμοῦ τὰ στερεὰ τοῦ ζῴου μόρια κατειληφέναι τοὺς τοιούτους πυρετοὺς ἐνδεικνυμένοις, οὐκ ἐπὶ χυμῷ σηπεδονώδει γίνεσθαι. καὶ τῆς φρενίτιδος οὖν ἐπὶ χολώδει χυμῷ τὴν γένεσιν ἐχούσης, ὅταν ἐπὶ τὸν ἐγκέφαλον οὗτος κατασκήψῃ, κατ' ἀρχὰς μὲν οὐδέπω τῆς ποιότητος αὐτοῦ κεκραμένης ὅλῳ τῷ σώ|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
