# In Hippocratis prorrheticum i commentaria iii 16.581

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.581

ματι τοῦ ἐγκεφάλου θορυβώδεις παραφροσύναι γίνονται· προήκοντος δὲ τοῦ χρόνου παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ τῶν καλουμένων βαφέων ἐρίοις βαπτομένοις· καὶ γὰρ καὶ ταῦτα δευσοποιὰ γίνεται τοῖς κατ' ἀρχὰς ἴδιον ἔχουσι τὸ χρῶμα παραπλησίως. καὶ ἡ τοιαύτη τοίνυν οἷον βαφὴ τοῦ ἐγκεφάλου τὴν παραφροσύνην ἑκτικὴν ἴσχει, καὶ διὰ τοῦτ' ἔστιν ἡ διάθεσις αὐτῶν μοχθηρὰ τοῖς ἑκτικοῖς πυρετοῖς ὡσαύτως, οὓς ἐδείκνυμεν ἀρχομένους μὲν συνίστασθαι μόγις λυομένους, συστάντας δὲ καὶ ἀκριβῶς ἐκπληρωθέντας οὐκέτι δύνασθαι λυθῆναι. ὀρθῶς οὖν εἴρηται τὰς τοιαύτας παρακρούσεις πάνυ φρενιτικὰς εἶναι. ταύτην τὴν ῥῆσιν, ὥσπερ καὶ ἄλλας τινὰς τῶν ἰατρικῶν παρατρέχοντες οἱ ἐξηγηταὶ χρονίζουσιν ἐν τοῖς σοφιστικοῖς ζητήμασιν. ὀνομάζω δέ, ὡς ἴστε, σοφιστικὰ τὰ μηδὲν εἰς τὸ βέλτιον ἰατρεύειν συντελοῦντα. τοιαῦτα δὲ οὐκ ὀλίγα καὶ κατὰ τὰς ἐξηγήσεις εὑρίσκεται, τινὰ μὲν μᾶλλον ἀποκεχωρηκότα τοῦ πρὸς τὰς θεραπείας χρησίμου, τινὰ δὲ ἧττον, ὥσπερ ἀμέλει καὶ τὸ ζητῆσαι τὴν αἰτίαν, δι' ἣν προσέθηκεν ἐπὶ

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
