Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.582
Not analysed yet
τῷ τέλει τῆς |προκειμένης ῥήσεως· οἷον τῷ Διδυμάρχῳ ἐν Κῷ. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ προσγράφειν ὀνομαστὶ τοὺς νοσήσαντας ἐπ' ἐκείνων τῶν ῥήσεων, ἐν αἷς οὐ τολμᾷ καθ' ὅλου τοῦ πράγματος, ὑπὲρ οὗ ποιεῖται τὸν λόγον, ἕν τι κοινὸν ἀποφήνασθαι. νυνὶ δὲ ἀληθές γε φαίνεται λέγων, καθόλου κατὰ πάντων τῶν οὕτως ἐχόντων ἀποφαινόμενος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς πάνυ πεπεισμένος. προσέθηκε γοῦν τῷ λόγῳ τὸ πάνυ φρενιτικαί, καίτοι δυνάμενος ἁπλῶς φρενιτικαὶ εἰπεῖν. δοκεῖ δέ μοι μαρτύριον τῷ λόγῳ προσγράψαι τὸν ἄρρωστον ὀνομαστὶ διὰ τὸ πολλοὺς οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν ἐπὶ τῶν τοιούτων ἐξαπατᾶσθαι. κἀμοὶ γοῦν ποτέ τις ἠμφισβήτησε περί τινος οὕτω φρενιτίζοντος οὔτ' ὀλεθρίως ἔχειν αὐτὸν οὔθ' ὅλως φρενιτικὸν εἶναι νομίζων. ἴσως δὲ καὶ αὐτῷ τῷ τὸ προρρητικὸν τοῦτο γράψαντι τοιαύτη τις ἀμφισβήτησις ἐγένετο πρός τινα· διὸ τοῦ παθόντος ἐμνημόνευσεν ὀνομαστί. |