# In Hippocratis prorrheticum i commentaria iii 16.582

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.582

τῷ τέλει τῆς | προκειμένης ῥήσεως· οἷον τῷ Διδυμάρχῳ ἐν Κῷ. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ προσγράφειν ὀνομαστὶ τοὺς νοσήσαντας ἐπ' ἐκείνων τῶν ῥήσεων, ἐν αἷς οὐ τολμᾷ καθ' ὅλου τοῦ πράγματος, ὑπὲρ οὗ ποιεῖται τὸν λόγον, ἕν τι κοινὸν ἀποφήνασθαι. νυνὶ δὲ ἀληθές γε φαίνεται λέγων, καθόλου κατὰ πάντων τῶν οὕτως ἐχόντων ἀποφαινόμενος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς πάνυ πεπεισμένος. προσέθηκε γοῦν τῷ λόγῳ τὸ πάνυ φρενιτικαί, καίτοι δυνάμενος ἁπλῶς φρενιτικαὶ εἰπεῖν. δοκεῖ δέ μοι μαρτύριον τῷ λόγῳ προσγράψαι τὸν ἄρρωστον ὀνομαστὶ διὰ τὸ πολλοὺς οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν ἐπὶ τῶν τοιούτων ἐξαπατᾶσθαι. κἀμοὶ γοῦν ποτέ τις ἠμφισβήτησε περί τινος οὕτω φρενιτίζοντος οὔτ' ὀλεθρίως ἔχειν αὐτὸν οὔθ' ὅλως φρενιτικὸν εἶναι νομίζων. ἴσως δὲ καὶ αὐτῷ τῷ τὸ προρρητικὸν τοῦτο γράψαντι τοιαύτη τις ἀμφισβήτησις ἐγένετο πρός τινα· διὸ τοῦ παθόντος ἐμνημόνευσεν ὀνομαστί. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
