# In Hippocratis prorrheticum i commentaria iii 16.583

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.583

Αἱ ἐκ ῥίγεος νωθρότητες οὐ πάνυ παρ' ἑωυτοῖσιν. Οὐκ οἶδ' ὅπως ὃς ἔγραψε τοῦτο τὸ βιβλίον ἐν πολλαῖς ταῖς ῥήσεσιν ἀλλοκότῳ χρῆται τῇ λέξει μεταβαίνων ἐνίοτε μὲν ἀπὸ τῶν παθῶν ἐπὶ τοὺς πάσχοντας ἀνθρώπους, ἐνίοτε δὲ ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ πάθη. καὶ νῦν γοῦν προειπὼν αἱ ἐκ ῥίγεος νωθρότητες ἐπήνεγκεν οὐ πάνυ παρ' ἑωυτοῖσιν, καίτοι δυνάμενος εἰπεῖν ‘οἱ ἐκ ῥίγεος νωθροὶ οὐ πάνυ παρ' ἑωυτοῖσιν’. ὃ δ' οὖν λέγει τοιοῦτόν ἐστιν· ὅταν ἀκολουθήσῃ ῥίγει νωθρότης, οὐ πάνυ τὴν διάνοιαν οὗτοι ἀβλαβεῖς γίνονται· δηλοῦται γὰρ ἐκ τοῦ συμβάντος ἐψῦχθαι τὸ σῶμα μεγάλως. ἐμάθομεν δ' ὅτι ταῖς καθ' ὅλον τὸ σῶμα μεγάλαις δυσκρασίαις ἕπεται πολλάκις ἡ τῆς διανοίας βλάβη, παθόντος ὁμοίως τῷ παντὶ σώματι τοῦ ἐγκεφάλου. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
