# In Hippocratis prorrheticum i commentaria iii 16.584

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.584

Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι γνώμης παράφοροι. Τινὲς οὐ μόνον ἅλις, ὅπερ ἀθρόον σημαίνει, γράφουσιν, ἀλλὰ καὶ τὸ συχνόν αὐτῷ προστιθέασιν, ἕτεροι δὲ τὸ τόνῳ διέρχεται διὰ τοῦ γ γράφουσιν, οὐ διὰ τοῦ τ, καὶ προστιθέασιν αὐτῷ τὸ εἴκελον ὅλην τὴν λέξιν ποιοῦντες τοιάνδε· γόνῳ εἴκελον διέρχεται. ἔνιοι δὲ ἀντὶ τοῦ πνεῦμα φλέγμα γράφουσιν. τὸν μὲν οὖν παλμὸν ἐδείξαμεν ὑπὸ φυσώδους πνεύματος γίνεσθαι· διὸ τοῦτο κατὰ μὲν τὸ διάφραγμα συστὰν παραβλάπτειν τι καὶ τὴν γνώμην, ἐπειδὴ τοῖς νευρώδεσι μορίοις ἡ ἀρχὴ συμπάσχειν εἴωθεν. ὅταν δὲ κατ' ἄλλο τι τῶν ἐνταῦθα μερῶν γένηται, τὰ μὲν τῆς γνώμης ἀβλαβῆ μένει, διέρχεται δ' αὐτοῖς κριτικῶς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
