# In Hippocratis prorrheticum i commentaria iii 16.588

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.588

ἀποφαινόμεθα περὶ τῆς ἐσομένης παραφροσύνης. οὐ μήν γ' ἀληθὲς ὃ λέγουσιν, ἐὰν ὡς καθόλου λέγηται. τὸ γὰρ λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν ἐναιώρημα κάλλιστόν ἐστιν. οὔκουν ἁπλῶς χρὴ λέγειν ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρῳ, τοῦ κατὰ τὸν μηρὸν ἀλγήματος ἀφανισθέντος ἔσεσθαι παραφροσύνην, ἀλλ' ‘ἐὰν μοχθηρὸν ᾖ τὸ ἐναιώρημα’, καὶ οὐδὲ τοῦτο αὔταρκες, ἀλλ' ‘εἴ τι κἂν ἓν ἅμα τοῖς εἰρημένοις γενήσεται παρακρουστικὸν σημεῖον’. ἐνδέχεται γὰρ τοῦ κατασκήπτοντος εἰς τὸν μηρὸν χυμοῦ παλινδρομήσαντος ἄλλο τι κατωτέρω τῆς κεφαλῆς μόριον ὑποδεξάμενον αὐτὸ μὲν παθεῖν, κωλῦσαι δὲ βλαβῆναι τὴν κεφαλήν, ἐὰν ἀφανισθῇ μὲν τὸ κατὰ τὸν μηρὸν ἄλγημα, ἐναιώρημα δὲ φαίνηται μηδὲν τῆς κεφαλῆς πασχούσης. μόνον γὰρ ἕν ἐστιν ἄμεμπτον, ὅπερ ἂν ᾖ κατὰ μὲν τὴν χρόαν ὕπωχρον μετρίως, κατὰ δὲ τὴν σύστασιν σύμμετρον, ἐν τῷ μεταξὺ δηλονότι τοῦ τε παχέος οὔρου καὶ λεπτοῦ. ἐγὼ μὲν οὖν ἀεὶ προσδιορίζομαι τὰ κατὰ τὸ βιβλίον ἀδιορίστως

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
