# In Hippocratis prorrheticum i commentaria iii 16.589

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.589

εἰρημένα καὶ διὰ τοῦτο μέλ|λοντα βλάψαι τοὺς ἀναγινώσκοντας αὐτά· τοῖς δ' ἐξηγηταῖς ἀδιόριστος ἡ διδασκαλία γιγνομένη βλάπτει μᾶλλον ἢ ὠφελεῖ τοὺς νέους· ἀρετὴν γὰρ ἐξηγήσεως νομίζουσιν εἶναι συναγορεύειν τοῖς γεγραμμένοις ἐξ ἅπαντος τρόπου, κἂν προφανῶς ὑπάρχῃ ψευδῆ. ὅπου δὲ τοῦτο πράττουσιν ἑτοίμως ἐπὶ τῶν προφανῶν, πολὺ δήπου μᾶλλον ἐπὶ τῶν ἀφανῶν οὐδὲν αὐτοῖς μέλει τῆς ἀληθείας. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον τὸ καὶ οἷα περὶ ἤχους τοιαῦτα καλὸν ἦν αὐτὸ καθ' ἑαυτὸ γεγράφθαι χωρὶς τῆς τῶν οὔρων ἐπισκέψεως, ἵν' ὁ λόγος ᾖ μερικός, ὃν μικρὸν ἔμπροσθεν εἶπον ἐγὼ καθόλου. τὰ γὰρ κατὰ μηρὸν ἀλγήματα παλινδρομήσαντος τοῦ ποιήσαντος αὐτὰ χυμοῦ δύναταί ποτε παραφροσύνην ἐνεγκεῖν ἐπὶ τὴν κεφαλὴν ἀφικνουμένου τοῦ χυμοῦ· σημεῖον οὖν ἔσται τῆς ἐπὶ τὴν κεφαλὴν ἀνόδου τὰ ἐν αὐτῇ συμπτώματα, ὧν ἕν ἐστιν καὶ οἱ ἦχοι. γράφουσιν δ' ἔνιοι ‘καὶ ὅσα περὶ κύστιν τοιαῦτα’ καί φασι δηλοῦν τὴν λέξιν οὐ μόνον ἐναιωρήματα σκοπεῖσθαι τῶν οὔρων ὡς παρακρουστικὸν σημεῖον, ἀλλὰ καὶ εἴ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
