# In Hippocratis prorrheticum i commentaria iii 16.599

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.599

Σπυράθους ὀνομάζουσιν τὰ τῶν αἰγῶν διαχωρήματα. ξηρὰ δέ ἐστι ταῦτα καὶ περιφερῆ κατὰ περιγραφὴν ἰδίαν ἕκαστον ἐκκρινόμενον. ὅταν οὖν τις ὁμοίως ξηρὰ καὶ περιγεγραμμένα διαχωρήσῃ, σπυραθώδη καλεῖται· καὶ γίνεται τοιαῦτα διά τε τὸ χρόνῳ πλείονι κατεσχῆσθαι καὶ διὰ θερμασίας πυρώδους πλῆθος. ἐὰν οὖν πρὸς τῷ τοιαῦτα εἶναι καὶ μέλανα γίνηται, καυσώδη διάθεσιν ἐνδείκνυται περὶ τὰ μέσα τοῦ σώματος εἶναι καὶ διὰ τοῦτ' ἔστι κακά. πρόσκειται δὲ τῷ λόγῳ τὸ μυκτὴρ ἐπὶ τούτοις ῥηγνύμενος κακόν, ὥσπερ ἐν ἄλλαις πολλαῖς ῥήσεσιν τὸ κοινὸν πολλῶν ὡς ἴδιον γράφοντος αὐτοῦ διὰ τὸ μὴ δύνασθαι περιλαβεῖν ἑνὶ λόγῳ καθόλου τὴν διδασκαλίαν. ἔστιν δὲ τὸ κοινὸν ἐν αὐτοῖς τοιοῦτον· χολῆς πολλὴν κένωσιν ὡς κλόνον σφοδρὸν χρησίμως ἐπὶ πολλῶν γινόμενον νοσημάτων οὐ φέρουσιν οἱ καταξηρανθέντες οὔτε ῥῖγος οὔτε γαστρὸς ἔκκρισιν οὔτε ἱδρῶτας οὔτε παρωτίδας μεγάλας ἤ τι τῶν ἄλλων ἀποσκημμάτων. οὕτω γάρ τοι τὰς ἐν τοῖς τῶν Ἐπιδημιῶν μεμ|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
