Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.600
Not analysed yet
φόμεθα γενομένας ἀποστάσεις ἢ μείους, ὡς ἔφην, ὡς μηδὲν ὠφελεῖν, ἢ μείζους ὡς μὴ δύνασθαι φέρειν. οὕτως οὖν καὶ τὰς αἱμορραγίας οὐ φέρουσιν οἱ προεξηραμμένοι. τοιαύτη δέ ἐστιν ἡ προειρημένη διάθεσις, οὐδενὶ κατ' ἀρχὴν τῆς νόσου σπυραθωδῶν διαχωρημάτων ἐκκρινομένων, καὶ τούτων οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ πραγματεύεσθαί τι τὸν ἰατρὸν ἢ διὰ κλυστῆρος ἢ διὰ βαλάνου· τὸ γὰρ πρὸς ἀνάγκην τοιοῦτόν τι σημαίνει. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πολὺ μετὰ καύματος ἀσώδεος, ἐφιδροῦντες οὗτοι κακόν. ἆρά γε τουτέοισιν τρομώδεα γίγνεται; καὶ φωνὴ δὲ ὡς ἐν ῥίγει. Αὐτοπτικὴ πάλιν ἡ συνδρομὴ τῶν εἰρημένων συμπτωμάτων ἐστίν, οὐ λογική. διὰ τοῦτο καὶ αὐτὸς ἀπορῶν περί γε τούτου λέγει· ἆρά γε τούτοις τρομῶδες γίγνεται; |