# In Hippocratis prorrheticum i commentaria iii 16.601

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.601

κακὴν μέντοι φησὶ τὴν συνδρομὴν οὐκ ἀπορῶν περὶ ταύτης διὰ τὸ μετὰ καύματος ἀσώδους ἐπὶ πολὺ παραμένειν τὸ τῆς ὀσφύος ἄλγημα. καὶ ἡ ἐφίδρωσις δὲ τούτοις προσελθοῦσα βεβαιοτέραν ἐργάζεται τὴν πρόγνωσιν. ἐάν τε γὰρ ὀλίγον ἱδρῶτα καθ' ὅλου τοῦ σώματος γιγνόμενον ὑπὸ τοῦ τῆς ἐφιδρώσεως ὀνόματος δηλοῦσθαι νοήσωμεν, οὐκ ἀγαθὸν τὸ σημεῖον (ἐχρῆν γὰρ ὑπ' αὐτοῦ, κἂν εἰ μὴ τὸ τῆς ὀσφύος ἄλγημα, τό γε ἀσῶδες καῦμα λυθῆναι), ἐάν τε περὶ θώρακα καὶ κεφαλὴν ἱδρῶτας γιγνομένους, ἐμάθομεν ὅτι διὰ παντὸς οὗτοι μοχθηροί, δυνάμεως ἀρρωστίαν ἢ πλῆθος ἐν τοῖς τοιούτοις μορίοις ἐνδεικνύμενοι. διὰ μὲν δὴ ταῦτα πάντα ἡ εἰρημένη συνδρομὴ τῶν σημείων ὑπάρχει κακή. πολλῶν δὲ κατὰ τὴν ὀσφὺν κειμένων μορίων ἄδηλον, ὅσον ἐπὶ τοῖς εἰρημένοις, τὸ πεπονθός ἐστιν, ἐφ' ᾧ τὸ ἄλγημα διαμένει μέχρι πολλοῦ καὶ τὸ καῦμα τὸ ἀσῶδες οὐ παύεται. διακρίνειν οὖν προσήκει τοῖς ἄλλοις σημείοις· εἰ μὲν οὖν οἱ νεφροὶ πεπόνθασιν, ἔμαθες ὅπως χρὴ γινώσκειν δι' οὔρων τὰ κατ' αὐτούς· εἰ δέ τις τῶν ἐνταῦθα μυῶν ἢ κατὰ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
