# In Hippocratis prorrheticum i commentaria iii 16.605

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.605

ἐνίοτε οὐδ' ὅλως οὐρησάντων. πρότερον μὲν γὰρ οὔτε παρηκολούθησε τοῖς κατὰ τὸ σῶμα παθήμασιν ἡ γνώμη τοῦ ἀνθρώπου, τό τ' ἀθροιζόμενον οὖρον οὔπω διέτεινεν ἰσχυρῶς τὴν κύστιν. ἐπεὶ δὲ ἥ τε διάνοια παρηκολούθησεν ἥ τε κύστις ἐπληρώθη, δι' ἄμφω ταῦτα τοῦ παθήματος ὁ κάμνων ᾔσθετο. καθάπερ οὖν τοῦτο παραφροσύνης ἐστὶ σημεῖον, οὕτω καὶ τὸ κατὰ τὴν δίψαν, ἐχόντων μὲν αὐτῶν ἀεὶ τὴν τοῦ διψῆν διάθεσιν, οὐκ αἰσθανομένων δὲ πρὶν ἢ τήν τε ψυχὴν αὐτῶν αἰσθητικωτέραν γενέσθαι τήν τε τοῦ διψῆν διάθεσιν εἰς ἄκρον αὐξηθῆναι. τὴν μὲν οὖν τῶν ἄκρων μετάπτωσιν ἐπὶ τἀναντία κακὸν εἶναι νομιστέον, ἐνδεικνυμένην ἀρρωστίαν μὲν τῆς ἐμφύτου θερμασίας, εὐρωστίαν δὲ τῆς παρὰ φύσιν. τὴν δὲ τῆς δίψης μετάπτωσιν ἀμαύρωσιν μὲν τῆς αἰσθητικῆς δυνάμεως, ἰσχὺν δὲ τῆς διψώδους διαθέσεως. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις κακόν. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
