# In Hippocratis prorrheticum i commentaria iii 16.609

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.609

Ὄμμα ἀμαυρούμενον φλαῦρον καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες κακόν. Τὸ ἀμαυρούμενον ὄμμα, καθάπερ γε καὶ τὸ ἀχλυῶδες, αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς ὁρῶσι γίνεται δῆλον· αὐτῷ μὲν τῷ κάμνοντι μηκέτ' ἐναργῶς ὁρῶντι καθάπερ ἔμπροσθεν ἐν ταῖς ἀμαυρουμέναις ὄψεσιν, ὥσπερ ἐν ταῖς ἀχλυώδεσι πρὸς τῷ βλέπειν ἀμαυρὸν ἔτι καὶ διά τινος ἀχλύος οἰομένῳ βλέπειν. ἀχλὺν δ' ὀνομάζουσιν θόλωσιν ἀέρος ἐν τῷ μεταξὺ νέφους τε καὶ ὁμίχλης ἔχουσαν τὸ πάχος, ὡς ὁμίχλης μὲν μᾶλλον πεπιλῆσθαι, νέφους δ' ἧττον. καὶ γίνεται τὸ τοιοῦτον πάθημα κατὰ τοὺς ὀφθαλμοὺς καὶ τῶν ἀπυρέτων μὲν οὐκ ὀλίγοις ὥσπερ καὶ ἡ ἀμαύρωσις ἀμυδρὰ τῶν ὀργάνων αἴσθησις οὖσα χωρὶς τῆς κατὰ τὴν ἀχλὺν φαντασίας, ἤδη δὲ καὶ τῶν νοσούντων πολλοῖς. ἔστι δὲ γενικώτερον ἡ ἀμαύρωσις τῆς ἀχλυώδους ὄψεως. ἀμυδρῶς γὰρ ἀμφοτέρων ὁρώντων προσέρχεται τοῖς μὲν κά|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
