# In Hippocratis prorrheticum i commentaria iii 16.610

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.610

μνουσιν αὐτοῖς αἴσθησις οἷον ἀχλύος τινὸς ἐν ταῖς ἀχλυώδεσιν ὄψεσι, τοῖς δ' ἔξωθεν ὁρῶσιν τῶν ὀφθαλμῶν ὁ μὲν ἠμαυρωμένος οὐδεμίαν ἔχων φαίνεται σύστασιν ὑγροῦ παρὰ φύσιν· ἀπόλωλε δ' ἐξ αὐτοῦ τὸ λαμπρὸν καὶ στίλβον ἐν τοῖς ὀξέως ὁρῶσιν ὀφθαλμοῖς ὑπάρχον καί εἰσιν οἱ ἀμαυρούμενοι παραπλήσιοι τοῖς τῶν νεκρῶν. καὶ πολλοῖς τῶν ἀποθνῃσκόντων ἔτι ζῶσιν οἱ ὀφθαλμοὶ τοιοῦτοι φαίνονται καθάπερ γε καὶ τοῖς ἐν ἐσχάτῳ γήρᾳ, ἀχλυώδεις δ' οὐ πᾶσιν, ἀλλ' οἷς μόνοις τεθολῶσθαι φαίνεται τὸ κατὰ τὴν κόρην ὑγρόν, ὃ λαμπρόν τε καὶ λευκὸν ἦν, ὅθ' ὑγίαινον. ἐκ γοῦν τῶν εἰρημένων εὔδηλον μοχθηρὰς τὰς διαθέσεις ἀμφοτέρας εἶναι τῶν ὀφθαλμῶν. τὸ δὲ πεπηγὸς ὄμμα διὰ τὴν ἀκινησίαν γίνεται τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, ἥτις ἀκινησία διὰ παράλυσιν ἢ τάσιν ἰσόρροπον ἁπάντων αὐτοῦ γίνεται τῶν μυῶν ἢ διὰ τελείαν ἀρρωστίαν τῆς κινούσης αὐτοὺς δυνάμεως, ἐναντίας τῆς τοιαύτης καταστάσεως οὔσης τῇ τῶν ἐνδεδινημένων ὀφθαλμῶν. ἀστήρικτοι |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
