Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.611
Not analysed yet
γάρ εἰσιν παραπλησίως ἐκείνοις τοῖς τὸν καλούμενον ἵππον ἔχουσιν, ὡς μηδέποθ' ἡσυχάζειν. ἔμπαλιν δ' αὐτοῖς οἱ πεπηγότες οὐδέποτε κινοῦνται. τὰς οὖν αἰτίας ἀκηκοότι σοι τῆς τοιαύτης καταστάσεως τῶν ὀφθαλμῶν εὔδηλόν ἐστιν καὶ τὸ μοχθηρὰς αὐτὰς εἶναι. γράφουσιν δ' ἔνιοι καὶ τὸ πεπηγὸς ἀχλυῶδες κακόν, ἀχλύν τινα παραπεπηγέναι βουλόμενοι τοῖς ὀφθαλμοῖς κατὰ τὴν τῆς διαθέσεως ξηρότητα καὶ θερμότητα. Ὀξυφωνίη κλαγγώδης πονηρόν. Ἔνιοι μὲν κλαγγώδης, ἔνιοι δὲ κλαυθμώδης γράφουσιν. λέλεκται δέ, ὅτι κλαγγώδης γίνεται φωνὴ τῆς ξηρότητος ἐπιτεινομένης τῶν φωνητικῶν ὀργάνων. ἡ κλαυθμώδης δὲ κατὰ τὴν αὐτὴν ταύτην ἐπίτασιν νοεῖται, καὶ ἔστι χαλεπωτέρα τῆς κλαγγώδους, ὅσῳ καὶ τὴν διάθεσιν ἐνδείκνυται μείζονα. |