# In Hippocratis prorrheticum i commentaria iii 16.612

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.612

Ὀδόντων πρίσις ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσι· πνιγμὸς ἐν τούτοις πάνυ κακόν. Τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων οὐκ εἰωθὼς μνημονεύειν ὁ τὸ βιβλίον τοῦτο γράψας ἐμνημόνευσε νῦν τῆς τῶν ὀδόντων πρίσεως ἔτι προσθεὶς κατὰ τὸ τέλος αὐτῇ τὸ πνιγμὸς ἐν τούτοισι πάνυ κακόν. ἔμαθες δὲ καὶ περὶ πρίσεως ὀδόντων ὅπως γίνεται καὶ περὶ πνιγμοῦ, ὥστε οὐδὲν ἔτι κατὰ τήνδε τὴν ῥῆσιν λέγεσθαι ἀναγκαῖον περιττότερον· αὐτὸς γὰρ ἐξ ἐκείνων νοήσεις ἅπαντα. Προσώπου εὔχροια καὶ τὸ λίην σκυθρωπὸν πονηρόν. Ἐπειδὴ πολλάκις ἐξαπατᾶσθαι συμβαίνει διὰ τὴν εὔχροιαν τοῦ προσώπου καὶ νομίζουσιν ἤτοι γε αἱμορραγίας κρισίμου τῆς ἐκ τῶν ῥινῶν ἢ παρωτίδων αὐτὴν εἶναι δη|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
