# In Hippocratis prorrheticum i commentaria iii 16.613

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.613

λωτικὴν, εἰκότως ἔγραψεν, ὅταν ἅμα σκυθρωπότητι πολλῇ γίγνηται, μοχθηρὸν εἶναι σημεῖον αὐτήν. εὐχροεῖν γὰρ ἐν νοσήμασιν ὁμοίως τοῖς ὑγιαίνουσιν ἄριστα κατὰ μὲν τὴν αὐτὴν ἐκείνοις διάθεσιν οὐκ ἐνδέχεται, καταλείπεται δ' ὑπὸ θερμασίας πολλῆς ἐξερύθρους αὐτοὺς γεγονότας ὁμοίους τοῖς εὐχροοῦσι φαίνεσθαι. τὸ δ' ἐξέρυθρον ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐπιτήδειον εἰς μελαγχολίαν εἶναί φησιν, ἧς σημεῖον ἡ σκυθρωπότης ἐστίν. ὅταν δὲ καὶ τὸ λίαν αὐτῇ παρῇ, πολὺ δήπου μᾶλλον, ὥσθ' ὅταν εὐανθὲς μὲν φαίνηται τὸ πρόσωπον, ὁ δ' ἄνθρωπος ᾖ λίαν σκυθρωπός, ἐμφαίνεταί τις εἶναι κατὰ τὸν ἐγκέφαλον ἱκανῶς θερμὴ διάθεσις ἐκκαίουσα τὸ αἷμα καὶ διὰ τοῦτο γεννῶσα τὴν μέλαιναν χολήν, ὡς ἐπιδέδεικται. εὔδηλον δ' ἴσως ἐστίν, ὥσπερ τινῶν εἰς ὅλον τὸ βιβλίον διατεινόντων ἀδιανοήτων ἁπλῶς ἐμνημόνευσα, καὶ νῦν οὕτω ποιήσω καὶ γράψω τινὰ τῶν ἀδιανοήτων ἐξηγήσεων ἕνεκα παραδείγματος. ὑπὲρ ὧν οὐχὶ τὸν εἰπόντα πρῶτον ἐθαύμασα. κοινὸν γὰρ ἁμάρτημα τοῦτο πάντων, ὥσπερ τοὺς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
