# In Hippocratis prorrheticum i commentaria iii 16.614

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.614

υἱεῖς, οὕτω καὶ τὰ πρὸς ἑαυτῶν ἐπινοούμενα | στέργειν, πλὴν εἴ τις ἀσφαλὴς ἱκανῶς ὑπάρχων ἐν μνήμῃ διὰ παντὸς ἔχει τὸν Αἰσώπειον μῦθον, ἐξῆφθαι δύο πήρας ἡμᾶς εἰπόντα, ἔμπροσθεν μὲν τὴν τῶν ἀλλοτρίων κακῶν μεστήν, ὄπισθεν δὲ τὴν τῶν ἰδίων, καὶ διὰ τοῦτο τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα θεᾶσθαι, τὰ δὲ ἑαυτῶν μὴ βλέπειν· οὗτος γὰρ μόνος ἑαυτὸν ἀσκήσει πρὸς τὴν τῶν ἀληθῶν γνῶσιν. οὔκουν, ὡς ἔφην, θαυμάζω τοῦ πρώτου γράψαντος τὴν ἐξήγησιν, ἀλλὰ τῶν ἀδιανοήτως τὰ ἐκείνου ἐπαινούντων, ὥσπερ καὶ νῦν τις ἐπαινεῖ τὴν ἐξήγησιν τῶν εἰπόντων ἀκούειν χρῆναι προσώπου μὲν εὔχροιαν πρὸς τὴν τοῦ νοσοῦντος αὐτοῦ, τὸ δὲ λίαν σκυθρωπόν ἐπὶ τοῦ ἰατροῦ θεωμένου τὴν παρὰ φύσιν εὔχροιαν ὡς κακὸν σημεῖον. εἰ γὰρ τοῦτ' ἐβούλετο διδάσκειν ὁ γράψας τὸ Προρρητικὸν, οὕτως ἂν εἰρήκει· ‘προσώπου εὔχροια λίαν σκυθρωπὸν σημεῖον’, ἢ εἰ μὴ οὕτως, ‘προσώπου εὔχροια λίαν σκυθρωπὸν ἐργάζεται τὸν ἰατρόν’. ἐπὶ τούτῳ δὲ πονηρόν οὐκ ἂν ἔτι προσεγέγραπτο κατὰ τὸ τέλος. ἀδιανόητον γὰρ ἱκανῶς προσώπου λέγειν εὔχροιαν λίαν σκυθρωπὸν σημεῖον ἰατρῷ πονηρόν, ἢ πάλιν οὕτω ‘προσώπου εὔχροια λίαν σκυθρωπὸν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
