# In Hippocratis prorrheticum i commentaria iii 16.615

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.615

ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον’. ἤτοι γὰρ τὸ ‘σκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον’ ἢ ‘πονηρὸν εἶναι τὴν εὔχροιαν’ ἤρκει λελέχθαι μόνον. ἀμφότερα δ' ἅμα λέγειν οὐκ ἐγχωρεῖ μετὰ τοῦ καὶ τὸν σύνδεσμον προσκείμενον ἐνδείκνυσθαι σαφῶς ἐν τῷ κάμνοντι ταῦτ' ἄμφω συμβεβηκέναι τήν τ' εὔχροιαν τοῦ προσώπου καὶ τὸ λίαν σκυθρωπόν. ἵνα δέ τις ἐάσας τὴν ἀπὸ τῆς λέξεως ἔνδειξιν ἐπὶ τὸ λεγόμενον ἔλθῃ, ψευδής ἐστιν ὁ λόγος τῶν οὕτως ἐξηγησαμένων. οὐ γὰρ ἐξ ἀνάγκης ἡ εὔχροια τοῦ προσώπου λίαν ἐργάζεται σκυθρωπὸν τὸν ἰατρόν, ἀλλ' ἔστιν ὅτε καὶ φαιδρότερον ἢ πρόσθεν, ὅταν αἱμορραγίας ἢ παρωτίδων κρισίμων ἐλπίσῃ σημεῖον εἶναι τὴν εὔχροιαν. εἰ μὲν οὖν ἀπόρου καὶ ἀσαφοῦς ἐσχάτως τῆς ῥήσεως οὔσης ἐπενόουν τοιαῦτά τινα, ἴσως ἂν αὐτοῖς συνέγνωμεν· ἐπεὶ δὲ χρησιμώτατον πρᾶγμα διδάσκει σαφῶς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
