# In Hippocratis prorrheticum i commentaria iii 16.616

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.616

διοριζόμενος, πότε μὲν ἀγαθόν ἐστι σημεῖον ἡ εὔχροια | τοῦ προσώπου, πηνίκα δὲ οὐκ ἀγαθὸν, τίς αὐτοῖς συγγνώμη; καθάπερ τοῖς λέγουσι περὶ τῆς εἰς ἄλληλα μεταπτώσεως τῆς τ' εὐχροίας τοῦ προσώπου καὶ τῆς σκυθρωπότητος εἶναι τὸν ἐνεστῶτα λόγον. ἡγοῦνται μὲν γάρ, ὅταν ἄλληλα διαδέχηται ταῦτα καὶ τῆς μὲν εὐχροίας παυσαμένης ὁ κάμνων γένηται λίαν σκυθρωπός, αὖθις δὲ τὴν σκυθρωπότητα γενομένην εὔχροια διαδέχηται, χαλεπὸν εἶναι σημεῖον ὡς οὐ δυναμένων ἀμφοτέρων ἅμα γίγνεσθαι, ἢ οὐ περὶ τῶν ἐναντίων ἔμπροσθεν εἰρηκότος αὐτοῦ τὴν εἰς ἄλληλα μετάπτωσιν οὐκ ἀγαθὸν εἶναι σημεῖον· ἐκεῖ μὲν γὰρ ἡ θατέρου γένεσις ἀναιρεῖ τὴν ὕπαρξιν θατέρου καὶ διὰ τοῦτο ἀδύνατον αὐτοῖς ὑπάρχειν ἅμα. τῇ δ' εὐχροίᾳ τοῦ προσώπου σκυθρωπότητα συνυπάρχειν ἅμα οὐκ ἀδύνατον. ἐὰν μὲν οὖν ἐφ' ἑκάστης τῶν ῥήσεων, ὅσα κακῶς εἴρηταί τισιν, ἐξελέγχωμεν, μέμψονται πολλοὶ τῷ μήκει τῶν ὑπομνημάτων· ἐὰν δ' ἀνέλεγκτα παραλίπωμεν, συμβήσεταί τινας ἐφεξῆς ἀκούσαντας ἐξηγήσεως ξένης ὡς παραλελειμμένης ὑπ' ἐμοῦ μέμφεσθαι, καὶ μάλισθ' ὅταν διακρίνειν οὐδέπω |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
