# In Hippocratis prorrheticum i commentaria iii 16.619

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.619

μὴ αἰσθάνεσθαι τῆς ἀνίας. ἡ δὲ κατάψυξις ἐν τῇ κύστει γίνεται τοῦ κατὰ φύσιν ἐν αὐτῇ θερμοῦ ὑπὸ τῆς παρὰ φύσιν θερμασίας διαφορηθέντος. ἴσως δ' ἄν τις εἴποι· διὰ ποίαν αἰτίαν τοῦ πυρετοῦ ἐν ὅλῳ τῷ σώματι ὄντος ἐψύχθη ἡ κύστις; λύσις δὲ τούτων ἐστὶν ἡ τοῦ μορίου ἐπιτηδειότης· οὐ γὰρ ἅπανθ' ὡσαύτως τῆς αὐτῆς ἔτυχε φύσεως. Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει. Χωρὶς σημείων, ἤτοι ἐκκρίσεως ἢ πέψεως. ταὐτὸν δὲ δηλοῖ τῷ καθόλου ἐν Ἀφορισμοῖς εἰρημένῳ τῷδε· "τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον". ἡ δὲ νῦν προκειμένη ῥῆσις ἀποχωρήσασα τοῦ καθόλου τῶν ὑποπεπτωκότων αὐτῷ τι διδάσκει· περὶ γὰρ τῶν ὀλεθρίων ἀποφαίνεται μόνων, οὐχ ἁπάντων τῶν μοχθηρῶν. οὐκ ἐξ ἅ|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
