# In Hippocratis prorrheticum i commentaria iii 16.620

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.620

παντος δὲ πᾶν, ὅτιπερ ἂν ᾖ μοχθηρόν, ἤδη τοῦτο καὶ ὀλέθριόν ἐστιν. ἀπεδείξαμεν γὰρ ἐν τῷ Προγνωστικῷ διαφορὰς πολλὰς τῶν μοχθηρῶν εἰρημένας, ἐφ' ὧν αὐτὸν τὸν Ἱπποκράτην προσθήκῃ τῶν οἰκείων ὀνομάτων ἐνδείκνυσθαι τὸ μέγεθος αὐτῶν. περὶ μὲν οὖν τῶν ἁπλῶς μοχθηρῶν, οὐ μὴν ὀλεθρίων γε, ἀρκεῖ τοῦτο μόνον γινώσκειν, ὡς οὐ χρὴ πιστεύειν αὐτοῖς ἀσήμως παυσαμένοις (ἐπανήξει μὲν γὰρ αὖθις, οὐ μὴν ἀποκτενεῖ γε τὸν ἄνθρωπον), ὅσα δ' εἰς τοσοῦτον προήκει μοχθηρίας, ὡς ἐν τοῖς ὀλεθρίοις εἶναι, ταῦθ' ὅτι μὲν ἀπιστότερα τῶν μετρίως μοχθηρῶν ἐστιν, οὐ δυνάμενα πιστῶς παύσασθαι χωρὶς ἐπιφανῶν σημείων, ἐν τοῖς Περὶ κρίσεων ἐπὶ πλεῖστόν μοι δέδεικται. κατασκευάσαντα γὰρ ἐν τῷ χρόνῳ τὰ τοιαῦτα βλάβην ἑκτικὴν καὶ ἄλυτον ἐπανήξει κατὰ τὸ μέγεθος τῆς αὑτῶν κακίας τὸ τοῦ κινδύνου φέροντα μέγεθος. ἔνια γὰρ αἴτια τῶν κατὰ τὸ σῶμα γεννωμένων παραπλησίαν ἔχει δύναμιν τῷ τε τῶν λυττώντων κυνῶν ἰῷ καὶ τῶν θανασίμων φαρμάκων ἐκείνοις, ὅσα κατὰ τὰ πεπονθότα ἐπίδηλον οὐδὲν ἐν τῷ παραυτίκα |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
