# In Hippocratis prorrheticum i commentaria iii 16.623

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.623

ὁποῖος ὅ τε τῶν λυττώντων κυνῶν ἐστιν καὶ τῶν ἐν χρόνῳ πλείονι διαφθειρόντων φαρμάκων, ὡς καὶ λανθάνειν τοὺς πολλοὺς τῶν ἰατρῶν. ὡς ἐπὶ τοῦ διὰ κόπον, ὡς ἐδόκει, μετριώτατα πυρέξαντος, ὃς μετὰ τὴν τετάρτην ἡμέραν ἀπέκρινεν οὖρον τῇ μὲν συστάσει λεπτόν, τῇ χρόᾳ δὲ μέλαν, ὡς ἐοικέναι κατ' ἄμφω τῇ γινομένῃ κράσει μέλανος ὀλίγου γραφικοῦ μιχθέντος ὕδατι πολλῷ, καὶ ἄλλως γε εἰ μὴ τὸ μέλαν αὐτὸ νοήσαιμεν μεμιγμένον, ἀλλὰ κἂν τὴν καλουμένην ὑπὸ τῶν πολλῶν ἀσβόλην, ἣν ἄσβολον οἱ Ἕλληνες ὀνομάζουσιν· ὁ ἄνθρωπος οὗτος ἔδοξεν ἔχειν καλῶς κατὰ τὴν τετάρτην ἡμέραν, ὡς καὶ λούεσθαι ταῖς ἑξῆς ἡμέραις, εἶτα κατὰ τὴν ἑβδόμην ἡμέραν εἰς ἑσπέραν ἀρξάμενος πυρέττειν ἀπέθανε μαρανθείς. τοῦτο αὐτὸ κατὰ τὴν προκειμένην ῥῆσιν διδάσκεται τοῖς ἀρίστοις τῶν ἰατρῶν ὠφέλειαν φέρον, οὐ τοῖς ἐπιτυχοῦσιν· οὗτοι γὰρ οὐδὲ γινώσκουσιν τὰ τῶν ὀλεθρίων νοσημάτων σημεῖα. νεανίσκος γοῦν τις ἐξέκρινεν ἅμα πυρετῷ βληχρῷ περίπλυσιν ἐρυθρὰν οὐκ ὀλίγην πολλάκις ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ μετὰ χλιαροῦ πυρετοῦ, τοὐν|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
