# In Hippocratis prorrheticum i commentaria iii 16.624

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.624

τεῦθεν ἔδοξε μετριώτερον ἔχειν, ὡς τῇ τρίτῃ τῶν ἡμερῶν ἀπύρετος εἶναι δοκεῖν. ἐγὼ μὲν οὖν ἐπισκοπούμενος αὐτοῦ τὰ οὖρα λεπτὰ καὶ λευκὰ καθάπερ ὕδωρ ὄντα τὴν κατὰ τὸ ἧπαρ ἀτονίαν ἐτεκμηράμην διαμένειν, ἐκέλευόν τε τοῖς πρὸς αὐτὴν ἁρμόττουσιν ἐπιθέμασί τε καὶ βρώμασι καὶ συμπάσῃ τῇ διαίτῃ χρῆσθαι. καταγελάσας δέ μου τῶν ἀπὸ Θεσσαλοῦ τις ἰατρῶν οὐ μόνον αὐτὸς οὐδέποτε τὴν δι' οὔρων ἐπίσκεψιν πεποιημένος, ἀλλὰ καὶ τοὺς ἐπισκεπτομένους αὐτὰ γναφέας ἀποκαλῶν, κεκώλυκε βοηθεῖσθαι τὸν ἄνθρωπον ἀναθρέψεως μόνης ἐπὶ κενώσει χρῄζειν εἰπών. ἀλλὰ καὶ τούτῳ κατὰ τὴν ἑβδόμην ἀπὸ τῆς ἀρχῆς ἡμέραν ἐπελθὸν τὸ νόσημα φανερὸν ἐγένετο πᾶσιν ἡπατικὸν ὑπάρχον. τὰ μὲν οὖν τοιαῦτα πάντα παρατρέχουσιν οἱ ἐξηγηταὶ μεγάλως ὄντα χρήσιμα, κατατρίβονται δ' ἐνίοτε περὶ λεξείδια μηδ' ὅλως χρήσιμα. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
