# In Hippocratis prorrheticum i commentaria iii 16.627

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.627

ἡμαρτῆσθαι, καθάπερ καὶ ἄλλας πολλάς. ἄμεινον γὰρ ἦν ἢ ‘μὴ περίχολα’ γεγράφθαι κατ' αὐτὴν ἢ μηδ' ὅλως γεγράφθαι τὰ περίχολα. εἰ δέ περ ἀναγκαζόμεθα τὴν λέξιν ὡς ἀναμάρτητον ἡγεῖσθαι, δυοῖν θάτερον· ἢ τὸν μὲν ἕνα καιρὸν ἔκλευκα διαχωρεῖσθαι νομιστέον, ἐν ἑτέρῳ δὲ περίχολα, ἢ εἴπερ ἐν ἑνὶ χρόνῳ βούλοιτό τις ἀμφότερα λέγειν ἐκκρίνεσθαι, τὰ μὲν ἔκλευκα τῶν ἑστώτων τε καὶ σκληρῶν διαχωρημάτων τὴν χρόαν δηλώσει, τὰ περίχολα δὲ τὰ πέριξ αὐτῶν ἔχοντα χολὴν τῇ συστάσει λεπτήν. εἰώθασιν δὲ ὀνομάζειν τὰς τοιαύτας ἐκκρίσεις ‘περίχρους’. τά γε μὴν οὖρα τοιοῦτον μὲν ἔχειν οὐδὲν δύναται μεμιγμένον, ἤτοι δὲ θάτερον τῶν εἰρημένων ἐπ' αὐτῶν ἢ τὸ ἕτερον ἀκούειν ἀναγκαῖόν ἐστιν· ἄμφω δὲ μοχθηρά, τό τε ἔκλευκον καὶ τὸ περίχολον. ἀκοῦσαι δὲ ἐπὶ τῶν οὔρων τὸ περίχολον ἀναγκαῖόν ἐστιν αὐτὸ τὸ περιττῶς χολῶδες. οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν τρόπον, ὃν ἐπὶ τῶν διαχωρημάτων εἶπον ἐγχωρεῖν γενέσθαι τὰ περίχολα μετὰ τῶν ἐκλεύκων, οὕτω |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
