# In Hippocratis prorrheticum i commentaria iii 16.628

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.628

κἀπὶ τῶν οὔρων ἀκούειν. ὃ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν ἆρά γε τούτοισιν ἧπαρ ἐπώδυνον, ὀρθῶς εἴρηται. τισὶν μὲν γὰρ αὐτῶν ἐπώδυνον γίνεται, τισὶν δὲ οὔ, διὰ τὸ καὶ διὰ φλεγμονὴν καὶ δι' ἔμφραξιν καὶ διάθεσιν φλογώδη τά τε κατὰ τὴν γαστέρα καὶ τὰ διὰ τῆς κύστεως ἐκκρίνεσθαι. λέλεκται δέ σοι περὶ τῶν τοιούτων ἁπάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐν ταῖς ἡμετέραις πραγματείαις, ὥστ' οὐ χρὴ νῦν καθ' ἑκάστην ῥῆσιν ἀποδείξεις ἀκούειν φυσικάς, ἀλλ' ἀρκεῖσθαι μόνοις τοῖς ἐξ αὐτῶν ἀποδεδειγμένοις. Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον. Ἁπάντων μὲν τῶν παλαιῶν ἀντιγράφων τὴν γραφὴν ταύτην ἐχόντων, ἁπάντων δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
