# In Hippocratis prorrheticum i commentaria iii 16.629

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.629

δεχομένων αὐτήν, ἔνιοι τῶν χθὲς καὶ πρώην γεγονότων μεταγράφουσιν εἰς τοιαύτην λέξιν, ἣν ἐξηγήσασθαι ῥᾷστον αὐτοῖς. ἐγὼ δὲ τὸν μὲν ἀποροῦντα περὶ τῆς ἐξηγήσεως ὑπονοῆσαί τε τὴν λέξιν ἡμαρτῆσθαι καὶ μεταγράψαι πρὸς τὸ φαινόμενον ἀληθὲς οὐ μέμφομαι· τὸ δ' <ὡς> οὕτως γεγραμμένον ἐξ ἀρχῆς, ὡς αὐτὸς ἐτόλμησε μεταγράψαι, τὴν ἐξήγησιν ποιεῖσθαι μέμψεως ἄξιον εἶναι νομίζω. πεποιηκότων δ' ἐνίων τοῦτο κατὰ πολλὰς λέξεις, ἐπὶ πάντων μεμνῆσθαι τῆς ῥᾳδιουργίας αὐτῶν μακρὸν εἶναι νομίζω. ὥσπερ δὲ καὶ ἄλλα πολλὰ τῶν καθ' ὅλον τὸ βιβλίον γεγραμμένων ἅπαξ ἢ δὶς ἐπεσημηνάμην, οὕτω καὶ τοῦτο. λέλεκται μὲν οὖν μοι ταῦτα διὰ τοὺς ὅλον ἀφελόντας τῆς προκειμένης ῥήσεως τὸ σιγῇ ὀλέθριον, ἐγὼ δ' ἡγοῦμαι τὴν διάνοιαν εἶναι τοιαύτην· αἱ ἐν πυρετῷ ἀφωνίαι, ὅσαι κατὰ σπασμώδη τρόπον γίγνονται, τελευτῶσιν εἰς τὴν μετὰ σιγῆς ἔκστασιν, ὀλέθριον. τὸ δ' εἴτε πάθος ἢ σύμπτωμα προσυπακοῦσαι δεῖ τούτῳ συνήθως οὕτως ἑρμηνεύοντος τοῦ γράψαντος τὸ βιβλίον. χρὴ τοίνυν τὸ σιγῇ κατὰ δοτικὴν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
