# In Hippocratis prorrheticum i commentaria iii 16.637

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.637

τοῖς μεγίστοις βοηθήμασι καταριθμεῖται." ταῦτα μὲν ὁ Ῥοῦφος οὐκ ἀγεννῶς ἔγραψεν πρὸς τὸν Ζεῦξιν, ἡμαρτῆσθαι λέγων τὴν πέπονα γραφήν, ταύτης δὲ τὴν ἐπίπονα προελόμενος, ἵνα σημαίνῃ τὰ μετὰ πόνου ἀποκρινόμενα. τοῖς δὲ προσιεμένοις τὴν πέπονα γραφὴν εἴρηταί τινα μὲν ἀπίθανα μηδὲ τοῦ μνημονεύειν αὐτῶν ἄξια, πιθανὸν δέ τι δυνάμενον παρακρούσασθαι τοὺς πολλοὺς τοιοῦτον· ‘ἐπειδὴ φαίνεται λέγων ὁ Ἱπποκράτης "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα", διὰ τοῦτό φησι καὶ τὰ πέπονα οὖρα, ὅταν μὴ λύῃ τὴν νόσον, οὐκ ἀγαθὸν εἶναι σημεῖον’. ἀγνοοῦσιν δ' οὗτοι κρίσιμα μὲν ὑφ' Ἱπποκράτους ὀνομαζόμενα συμπτώματά τε καὶ σημεῖα τὰ σημαίνοντα κρίσιν ἢ καὶ ποιοῦντα παρ' ἑαυτῶν, καθάπερ αἱμορραγία ἢ διὰ γαστρὸς κένωσις, οὔρων τε πλῆθος, ἔμετος, ἐπιμήνια, αἱμορροΐς, παρωτίδες, ἀποσκήμματα, πᾶν ἄλλο. τούτων δὲ ἕτερα τὰ τῆς πέψεως σημεῖα, περὶ ὧν αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· "οἱ δὲ πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν εἰς ὑγίειαν σημαίνουσιν", καὶ μέντοι |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
