# In Hippocratis prorrheticum i commentaria iii 16.638

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.638

κἀν τῷ Προγνωστικῷ ἐπὶ τῶν οὔρων αὐτὸς ἔγραψεν· "οὖρον δὲ ἄριστον μέν ἐστιν, ὅταν ἡ ὑπόστασις λευκή τε ἔῃ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ' ἂν κριθῇ ἡ νοῦσος· σημαίνει τε γὰρ ἀσφάλειαν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι". πάρεστι δέ σοι καὶ τήνδε τὴν τῶν νοσημάτων διήγησιν ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις ἀναγνόντα μαθεῖν, ὡς οὐδεὶς τῶν ἀποθανόντων οὔρησε πέπονα. χρὴ δὲ γινώσκειν σε κατὰ πολλὰ τῶν ἀντιγράφων ἁπλῶς γεγραμμένον καὶ οὖρα πέπονα μὴ προσκειμένου τοῦ πονηρά. ἐπενήνεκται γὰρ ὀλίγον ὕστερον καὶ τούτοις καὶ τοῖς ἐφεξῆς εἰρημένοις οὔροις τὸ πονηρά. Καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι οἷον στάξιας. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
