Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.639
Not analysed yet
Περὶ τῶν εἰρημένων οὔρων ὁ λόγος, συνάψαι δὲ χρὴ ταῦτα σαφηνείας ἕνεκεν, ὡς γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε· καὶ οὖρα ἐπίπονα καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. τὸ τοίνυν ἐκ τούτων ἐκ τῶν ἐπιπόνων οὔρων βούλεται σημαίνειν, οὐκ ἐκ τῶν πεπόνων· οὐδὲ γὰρ ἐφίσταταί ποτε πεπανθεῖσιν οὔροις οὔτε ἐπανθίσματα κατὰ χροιὰν ἐρυθρὰ οὔτ' ἰώδη. τὸ δὲ κατεχόμενα πρόσκειται τοῖς τοιούτοις οὔροις, ἤτοι μόγις ἐκκρινόμενα δηλοῦν ἢ καὶ τελείως ἰσχόμενα. φαίη δ' ἄν τις ἴσως ἀδύνατον εἶναι τὰ κατεχόμενα διαγνῶναι, τίνος ἐστὶ χροιᾶς· ἀλλ' ὅταν ἐφθάκῃ τε πρότερον οὐρεῖσθαι τοιαῦτα καὶ μετὰ τὴν ἐπίσχεσιν ἐκκριθῇ, βιασαμένων τῶν ἀρρώστων ἢ καὶ πραγματευσαμένων τῶν ἰατρῶν, ἅμα τε τῷ τὰς χρόας αὐτῶν ἐγνῶσθαι καὶ τὸ κατέχεσθαι καὶ οὕτως ἀποκρίνεσθαι λέγων ἄν τις οὐ ψεύσαιτο. προσκειμένου δὲ τῷ λόγῳ καὶ τοῦ μικρὰ ἐπιφαίνεσθαι οἷον στάξιας, ἔτι καὶ μᾶλλον ἥ τε τῆς