# In Hippocratis prorrheticum i commentaria iii 16.640

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.640

χροιᾶς αὐτῶν γνῶσίς ἐστιν σαφὴς καὶ ἀλη|θὲς τὸ κατέχεσθαι. μεμνῆσθαι δέ σε βούλομαι τῶν κατὰ τὸ Προγνωστικὸν εἰρημένων ἐπὶ τῶν ὑπερύθρων οὔρων κατὰ τήνδε τὴν λέξιν· "εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρόσθεν γίνεται, σωτήριον δὲ κάρτα". τῶν τοίνυν ἐξερύθρων οὔρων, ὧν νῦν μέμνηται, πάμπολυ διαφέρει τὸ κατὰ τὸ Προγνωστικὸν ‘ὑπέρυθρον’ λελεγμένον. τὸ μὲν γὰρ ἐξέρυθρον ὅτι τῶν ἀπέπτων ἐστίν, καὶ πρόσθεν ἐδήλωσα, τὸ δ' ὑπέρυθρον ἐπαινεῖ μὲν ὡς σωτήριον, χρόνου δὲ πλείονος εἶναί φησι σημεῖον. ὅτι δὲ καὶ τὸ ἐρυθρὸν οὖρον ἐν τῷ μέσῳ τοῦ τ' ἐξερύθρου καὶ τοῦ ὑπερύθρου τεταγμένον ἐν τῷ μεταξὺ καθ' ἑκάτερον αὐτῶν ἐστιν ἐπαίνου τε καὶ ψόγου, πρόδηλον. Καὶ ἔμετοι μετὰ ποικιλίας κακόν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
