# In Hippocratis prorrheticum i commentaria iii 16.641

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.641

Ὑπαλλάξειεν ἄν τις τὸ τῆς ἑρμηνείας ἀλλόκοτον, ᾧ φαίνεται χαίρων ὁ γράψας τὸ βιβλίον. ὁ δὲ λόγος ἔσται τοιοῦτος· καὶ ἔμετοι μετὰ ποικιλίας τῶν ἐμουμένων κακὸν σημεῖόν ἐστιν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων τῶν ἐμουμένων, ὅπερ ἐστὶν οὐ μετὰ πολὺν χρόνον, καὶ διὰ τοῦ προσθεῖναι τοῦτο τῆς ποικιλίας τῶν ἐμουμένων ἐμνημόνευσεν. φαίνεται γὰρ οὐ πάντων τῶν ἐν τῷ Προγνωστικῷ μνημονεύων, εἰ μή τις προσθεῖναι βούλοιτο. γέγραπται δὲ ἐν τῷ Προγνωστικῷ περὶ τῶν ἐμέτων οὕτως· "εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πελιδνὸν ἢ μέλαν, ὅ τι ἂν ἔῃ τούτων τῶν χρωμάτων, πονηρὸν χρὴ νομίζειν εἶναι. εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον γίνεται." τὰ μὲν ἐν τῷ Προγνωστικῷ σαφῶς εἴρηται μεμφομένου τοῦ Ἱπποκράτους τὴν ποικιλίαν τῶν ἐμουμένων, ἐπειδὴ πολλὰς διαθέσεις μοχθηρὰς κατὰ τὸ σῶμα τοῦ κάμνοντος ἐνδείκνυται. κατὰ δὲ τὴν προκειμένην ἐνταῦθα ῥῆσιν, ὡς ἔφην ἄρτι, πρόσκειται τὸ συνεχῶς ἐπ' ἀλλήλοις ἐμεῖσθαι τοὺς παρὰ φύσιν ἐν τῷ σώματι πλεονά-

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
