# In Hippocratis prorrheticum i commentaria iii 16.645

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.645

Ἀπορίαν ἡμῖν ἡ ῥῆσις κινεῖ διὰ τὸ μὴ σαφῶς εἰρῆσθαι τὸ σημαινόμενον ἐκ τῆς κάρου φωνῆς. ὅταν οὖν ἐν οἴνου πόσει πλείονι κεκαρωμένον τινὰ λέγωμεν, ὥσπερ ὁ Πλάτων ἐπὶ τοῦ Πόρου κατὰ τὸ Συμπόσιον εἶπεν, οὐδεμίαν ἐνδεικνύμεθα νοσώδη διάθεσιν· ὃ δ' ἂν εἴποι τις ἑρμηνεύων λόγῳ μακροτέρῳ βαθὺν καὶ δυσέγερτον ὕπνον, κάρος ἐνταῦθα φαίνεται σημαίνειν οὐ χρηστόν. ἀλλὰ καὶ ζήτησις οὐ σμικρὰ γέγονε περὶ τοῦ νοσώδους κάρου, πότερον τὴν αὐτὴν κατὰ γένος αἰτίαν ἔχων τῷ διὰ τὸν οἶνον κάρῳ τὸ δύσλυτον προσείληφεν ἢ γένος ἕτερόν ἐστιν τῆς αἰτίας. εἰκότως οὖν ἀπορεῖ περὶ τοῦ κάρου ζητῶν, εἴτε παντελῶς κακὸν εἶναι χρὴ νομίζειν αὐτόν, εἴτε ποτὲ καὶ ἀγαθὸν καὶ μέσον ἀγαθῶν τε καὶ κακῶν. ἐὰν γὰρ ὁ βαθύς τε καὶ δυσδιέγερτος ὕπνος ἀκούηται κάρος οὐκ ἔχοντος ἑτέραν τῷ γένει διάθεσιν τοῦ νοσώδους κάρου, γένοιτ' ἄν ποτε ἀγαθὸν αἴτιόν τε καὶ σημεῖον ὁ κάρος. ἑωράκαμεν γοῦν ἐπ' ἐνίων ἀρρώστων ἠγρυπνηκότων ἐφεξῆς ἡμέραις τρισὶν ἢ τέτταρσιν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
