# In Hippocratis prorrheticum i commentaria iii 16.646

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.646

δυσδιέγερτον ὕπνον γενόμενον ὡς ὅλης ἡμέρας τε καὶ νυκτός, ὠφελήσαντα μεγάλως. ἐπὶ δὲ παιδίων εἶδον πολλάκις οὐ μιᾶς μόνον, ἀλλὰ καὶ δυοῖν ἡμερῶν ἐφεξῆς ἐπ' ὠφελείᾳ μεγάλῃ γενόμενον τοιοῦτον. ἐὰν δ' ἑτέρα τῷ γένει διάθεσις ᾖ τοῦ νοσώδους κάρου, διαφέρειν μὲν ἐροῦμεν ὕπνον βαθὺν τοῦ κάρου, τὸ δὲ καρῶδες πανταχοῦ κακὸν εἶναι. δεδειγμένου δ' ἡμῖν ἐγρήγορσιν μὲν γίνεσθαι διά τε ξηρότητα καὶ θερμότητα τοῦ πρώτου αἰσθητικοῦ μορίου, τουτέστι τοῦ ἐγκεφάλου, τὸν δ' ὕπνον ἐπὶ τοῖς ἐναντίοις, ὅταν γ' ὑπὸ πλήθους ὑγροῦ χρηστοῦ βαρύνηται τὸ σῶμα, καθάπερ ἐν ταῖς μέθαις, ὕπνος ἐστὶν βαθύς, ὃν ἔξεστι τῷ βουλομένῳ κάρον ὀνομάζειν. ὁμολογηθείσης δὲ τῆς διαθέσεως ἐν ὀνόματι μόνον ἡ διαφωνία γίγνεται. ὅταν δ' ὑπὸ φλέγματος ὁ ἐγκέφαλος ὑγρανθῇ καὶ ψυχθῇ, τὸ κατὰ τὰς ληθαργικὰς διαθέσεις ἔσται κῶμα, καὶ καλεῖν ἔξεστι τῷ βουλομένῳ καὶ τοῦτο κάρον.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
