# In Hippocratis prorrheticum i commentaria iii 16.647

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.647

ἔνιοι δ' ὅταν ἀκίνητος καὶ ἀναίσθητος ὁ ἄν|θρωπος ἐπὶ χρόνον τινὰ γένηται, κἂν νύττῃς αὐτὸν κἂν πλήττῃς κἂν ἐμβοᾷς, ὀνομάζουσι κάρον, ὁποῖος ἐνίοις γίνεται τῶν πληγέντων σφοδρῶς τὴν κεφαλὴν κατὰ τοὺς κροταφίτας μῦς. ὁρᾶται δὲ πολλάκις ἡμῖν καὶ κατὰ τὰς πυρετώδεις νόσους ἐν ἐπισημασίαις, καθ' ἃς οὔτε νυττόντων οὔτε θλώντων οἱ κάμνοντες αἰσθάνονται καὶ πολλῷ μᾶλλον βοώντων. ἐὰν οὖν τις τὸ μὲν τοιοῦτον πάθημα κάρον ὀνομάζῃ, τὴν δὲ δυσδιέγερτον κατάστασιν κῶμά τε καὶ καταφοράν, τὸ δὲ τρίτον ἐπ' αὐτοῖς, ὑπὲρ οὗ πρῶτον διῆλθον, ὕπνον βαθύν, οὔτε κῶμά ποτε ἀγαθὸν οὔτε πολὺ μᾶλλον αὐτὸν τὸν κάρον λέγεσθαι χρή. ἐὰν οὖν δή τις ἀμφισβητῇ περὶ τῶν εἰρημένων διαθέσεων, ἑτέροις γίνεσθαι λέγων αὐτὰς ἢ οὐχ ὡς ἐγὼ νῦν λέγω, ἐν πράγματι οὐ διαφωνήσει, συγχωρῶν δὲ ὡς εἴρηται γίγνεσθαι, τοῖς ὀνόμασιν ἑτέρως χρώμενος, ἐν τούτοις μόνον ἡμῖν διενεχθήσεται. Μετὰ ῥίγεος ἄγνοια κακόν, κακὸν δὲ καὶ λήθη. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
