# In Hippocratis prorrheticum i commentaria iii 16.650

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.650

ἄλλο. μερικὸς οὖν καὶ αὐτὸς ὁ λόγος καὶ οὐ καθόλου καὶ μέντοι καὶ κατὰ σύνθεσιν οὐχ ὁμοιογενῶν σημείων. Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος ἐν τούτοις κακόν· ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται. Εἴτε καυματώδεα γεγραμμένον εἴη τῆς πρώτης συλλαβῆς διὰ τοῦ α καὶ υ γεγραμμένης, εἴτε κωματώδεα διὰ τοῦ ω, χαλεπὴν ἑκάτερον ἐνδείκνυται τὴν διάθεσιν. ἐν γὰρ τῷ καθόλου περὶ ῥίγους ἐγνωκότας χρὴ μεμνῆσθαι διὰ παντός, ὡς ἐν μὲν τριταίῳ καὶ τεταρταίῳ γιγνόμενον οἰκεῖόν ἐστι σύμπτωμα τῶν τοιούτων πυρετῶν, ἐν νόσοις δὲ ἐπιφαινόμενον, ἐὰν μὴ κρίσιν ἐπενέγκῃ, κάκιστον. ἔμαθες γάρ, ὡς "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα". πάλιν καὶ τούτῳ συνῆψεν ἕτερα συμπτώματα διαθέσεων οὐκ ἀναγκαίων ἅμα ῥίγει γίγνεσθαι. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
