Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.651
Not analysed yet
λέλεκται δὲ καὶ πρόσθεν, ὡς ὅσῳ περ ἂν πλείονα συμπτώματα κινδυνώδη περὶ τὸν ἄνθρωπον γίγνηται, τὴν ἐν αὐτοῖς πρόρρησιν ἀξιοπιστοτέραν ἐργάζεται τοῖς ἰατροῖς, ὥσπερ εἰ καὶ τῶν σωτηρίων σημείων πολλὰ φαίνοιτο· καὶ γὰρ καὶ οὕτω βεβαιοτέρα ἡ τῆς σωτηρίας ἐλπίς. ἴσμεν δ' ὅτι καὶ χωρὶς τοῦ ῥίγους τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος κακόν ἐστι σημεῖον· ἓν γάρ τι τῶν κρισίμων καὶ ὁ ἱδρώς ἐστιν. ὅταν οὖν μὴ κρίνῃ, τὴν κακοήθειαν ἐνδείκνυται τοῦ νοσήματος, ἐπὶ τούτοις δὲ καταψυχθέντων τῶν ὀπίσω σπασμὸν οὐκ ἄν τις ἀλόγως ἐλπίσειεν, ὅτι καὶ τὰ μέρη νευρώδη καὶ ἡ ψύξις σπασμοῦ ποιητική. Οἱ ἐφιδρῶντες ἄγρυπνοι ἀναθερμαινόμενοι κακόν. Εἰ μέμνησθε τοῦ πολλάκις εἰρημένου περὶ τῶν οὕτω συμπλεκομένων, τῆς παρ' ἡμῖν ἐξηγήσεως οὐκέτι χρῄζετε. |