Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.653
Not analysed yet
Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι κακόν. ἐπιπυρετήναντες οὗτοι καυστικοὶ ὀξέως ἀποθνῄσκουσιν. Ἔμιξε πάλιν ἐνταῦθα διαθέσεων συμπτώματα δυοῖν· ἡ μὲν γὰρ ἱδρυνθεῖσα, τουτέστι στηριχθεῖσα δυσλύτως, κατὰ τὸ στῆθος ὀδύνη τὴν τοῦ θώρακος ἐνδείκνυται φλεγμονήν, ἡ δὲ νωθρότης ὑγρότητα κατὰ τὸν ἐγκέφαλον ἢ ψύξιν ἢ ἄμφω. δῆλον δὲ ὅτι κατὰ τοὺς τοιούτους ἅπαντας λόγους μεμνῆσθαί σε χρὴ τοῦ συνδέσμου τοῦ τὸ σημαινόμενον ἔχοντος ὡς παραδιαζευκτικοῦ. οὐ μὴν ἀναγκαῖόν γε τοὺς οὕτω πάσχοντας καυστικοὺς ὀξέως γινομένους ἀποθανεῖν, εἴ γε τὸ καυστικοὶ τὸ οἷον καυσώδεις σημαίνει. τινὲς μέντοι νωθρότητα τὴν δυσκινησίαν τοῦ σώματος ἤκουσαν· ὅπερ γὰρ εἴρηταί μοι πολλάκις ἐν ταῖς ἀσαφέσι ῥήσεσιν, ὥς γ' ἂν ἐθέλῃ τις ἀκούειν, ἔξεστιν. |