# In Hippocratis prorrheticum i commentaria iii 16.654

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.654

Οἱ ἐπανεμέοντες μέλανα ἀπόσιτοι, παράφοροι, καθ' ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ κεκλεισμένον, τούτους μὴ φαρμακεύειν· ὀλέθριον γάρ. Τὸ μὲν ὀλεθρίως ἔχειν ἅπαντας τούτους, ὅπερ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἴρηκεν, ἀληθές ἐστιν, ὥσπερ δή γε καὶ τὸ μὴ δεῖν φαρμακεύειν αὐτούς, ὅπερ ἔστι καθαίρειν· ἐδείχθη γὰρ ἤδη πολλάκις ἐπὶ τούτου λεγόμενον τὸ φαρμακεύειν. ἀλλ' ὅμοιός ἐστιν ὁ λόγος ὅδε τῷ τοιούτῳ λόγῳ· ‘τοὺς τετρωμένους καρδίαν οὐ χρὴ θεραπεύειν ἐπαγγέλλεσθαι· τεθνήξονται γάρ.’ εἴτ' οὖν ἕκαστον ὧν εἴρηκε κατὰ τὴν προκειμένην ῥῆσιν αὐτὸ καθ' αὑτό τις ἀκούσειε, μοχθηρᾶς διαθέσεώς ἐστι σημεῖον, εἴτε πολλὰ ἅμα, παραπλησίως ἂν εἴη ὀλέθριον. τὸ γοῦν πρῶτον αὐτῶν εἰρημένον τὸ ἐπανεμεῖν μέλανα τῶν ὀλεθριωτάτων ἐστὶ σημείων, εἰ καὶ χωρὶς τῶν ἄλλων μόνον εἴη. ἐφεξῆς δὲ αὐτῷ γέγραπται τὸ ἀπόσιτοι, τουτέστι τὸ ἀνόρεκτοι, πολὺ μὲν ἧττον ἐκείνου κακόν, |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
