# In Hippocratis prorrheticum i commentaria iii 16.657

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.657

<Μηδὲ> τοὺς ἐποιδέοντας, σκοτώδεας ἐν τῷ πλανᾶσθαι ἐκλείποντας ἀποσίτους, ἀχρόους. Ὥσπερ δεδιὼς ὁ τοῦ βιβλίου συγγραφεὺς εἰπεῖν τι σαφὲς οὕτως ἐπιτηδεύει πανταχοῦ τὰ κύρια καὶ σαφῆ τῶν ὀνομάτων ὑπερβαίνων ἑτέροις χρῆσθαι. τοὺς γὰρ ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, εἴπερ τούτους βούλεται σημαίνειν τούς, ὅσοι, κἂν ἠρέμα κινῶνται, λιποψυχοῦσιν ἰσχυρῶς, ἐνῆν αὐτὸν δι' ὧν νῦν ὀνομάτων ἐγὼ λέγων ἐτύγχανον ἑρμηνεῦσαι σαφῶς. ἔτι δὲ ἄμεινον εἰπεῖν οὕτως ἐν τῷ καθόλου τὸ πᾶσιν ἰατροῖς ὁμολογούμενον, οὐχ ἥκιστα δὲ καὶ τοῖς ἰδιώταις γινωσκόμενον, ὡς οὐ χρὴ φαρμακεύειν τοὺς ἀσθενῆ τὴν δύναμιν ἔχοντας. ὅσον μὲν γὰρ ἐπὶ τῷ οἰδαλέους τε εἶναι καὶ σκοτώδεις, ὅπερ ἔστιν ἐν ταῖς κινήσεσι σκοτουμένους, δόξαιεν <ἂν> δεῖσθαι καθάρσεως οἱ κατὰ τὴν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
