# In Hippocratis prorrheticum i commentaria iii 16.659

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.659

Καρδίης πόνος ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίῃ κακόηθες καί τι ἀσθματῶδες. ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν; ὡς ἐν Δυσώδει· τούτῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, † ἐξέρυθρα. Δῆλός ἐστιν, ὡς ἐπὶ τῷ Δυσώδει ταῦτα εἶδε γενόμενα, ζητῶν, εἴτε καθόλου περὶ αὐτῶν ἀποφήνασθαι προσῆκεν εἴτε μή. λέλεκται δέ μοι περὶ τῶν τοιούτων ἔμπροσθεν ἐπιδεικνύντι τὰ μὲν ἐπὶ μιᾷ διαθέσει γινόμενα συμπτώματα προσηκόντως ἐφεξῆς ἀλλήλων διδάσκεσθαι, τὰ δ' ἐπὶ διαφερούσαις οὐκ ὀρθῶς συνάπτεσθαι, μηδεμιᾶς διδασκαλίας τεχνικῆς ἐκ τῆς μίξεως αὐτῶν γινομένης. ἐπὶ μέντοι τῶν νοσούντων τῶν χρησιμωτάτων ἐστὶν ἅπαντα σκοπεῖσθαι καὶ μηδὲν παραλιπεῖν· ἅπερ ἀμφότερα πεποίηκεν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς προγνώσεις διὰ τῶν καθόλου ποιούμενος, ἐν δὲ τοῖς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
