# In Hippocratis prorrheticum i commentaria iii 16.662

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.662

ὁ δ' οὖν προρρηθεὶς ἄρρωστος | μετ' οὐ πολὺ ἴσως ἐξαίφνης τελευτήσας ζήτησιν αὐτῷ παρέσχεν, εἴτε πάντας χρὴ τοὺς οὕτως ἔχοντας ἐξαίφνης φάναι τελευτᾶν εἴτε μή. πρόδηλον δὲ καὶ ὅπως ἡμᾶς ἀποκρίνασθαι προσήκει τοῖς οὕτως ἐρωτῶσιν, ὡς ὁ γράψας εἶπεν· ἆρά γε ἐξαίφνης οὗτοί γε τελευτῶσιν; ἀποκρινόμεθα γὰρ ὡς εἰκάσαι μὲν ἔστιν ἀποθανεῖν ἐξαίφνης αὐτὸν πνιγέντα (τοῦτο γὰρ ἐκ τοῦ ἄσθματος δηλοῦται), τίς δ' ἦν ἡ διάθεσις ἐφ' ᾗ τοῦτο γίνεται τὸ σύμπτωμα, μαντείας δεῖσθαι, μηδὲν εἰπόντος αὐτοῦ τοῦ συγγραφέως. καὶ γὰρ ὑπό τε πνεύματος καὶ φλέγματος κατενεχθέντος πολλοῦ διὰ τῆς τραχείας ἀρτηρίας ἐκ κεφαλῆς εἰς τὰ τοῦ πνεύμονος βρογχία καὶ μεταστάσεως εἰς αὐτὰ γενομένης ἐκ πλευρίτιδος, διὰ τὸ πάθος ἑκάτερον πύου πολλοῦ τὴν μεταξὺ χώραν τῶν δυοῖν καταλαβόντος ὀργάνων, ἀσθματώδης ὀξεῖα γίνεται δύσπνοια, πυκνουμένης τε πάνυ τῆς ἀναπνοῆς καὶ τοῦ θώρακος ἐπὶ πολὺ διαστελλομένου. ὅταν οὖν τοιοῦτον γένηται δυσπνοίας εἶδος, ἐρυθρὸν εἰκότως ἀποτελεῖται τὸ πρόσωπον. ὅπου δὲ καὶ κεφαλαλγία σύνεστιν, οὐδὲν θαυμαστὸν ἐξέρυθρον |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
