Ancient Greek · ~2 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.663
Not analysed yet
αὐτὸ γενέσθαι· πᾶσαι γὰρ αἱ κατὰ τὰ τοιαῦτα νοσήματα κεφαλαλγίαι μετὰ θερμασίας πολλῆς εἰώθασι γίγνεσθαι. Τραχήλου πόνος κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ οἷς ἐκμανῆναι ἐλπίς. Καὶ τοῦτο τῶν κατὰ μέρος ὂν ἔγραψεν ὡς καθόλου. ὁ γὰρ πόνος, ἐὰν μὲν ἤτοι διὰ τὸ κακῶς ἔχειν τὸν ἐγκέφαλον ἢ τὸν νωτιαῖον ἢ τὰς περὶ αὐτὸν μήνιγγας γίνηται, μοχθηρόν ἐστι σημεῖον, ἐὰν δὲ τῶν ἔξωθεν περικειμένων τῷ σπονδύλῳ σωμάτων, οὐ κακόν. ἐφ' ὧν δὲ ἐλπὶς ἐκμανῆναι, τί ἂν ἔτι χεῖρον σχοῖεν οὗτοι πάθος αὐτοῦ τοῦ ἐκμανῆναι; Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδροῦντες πυρετοὶ κακοήθεες. |