# In Hippocratis prorrheticum i commentaria iii 16.664

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.664

Ἐκ τῶν ἔμπροσθεν εἰρημένων καὶ ταῦτ' ἐστὶ δῆλα κατάλογος ὄντα συμπτωμάτων κακῶν οὐδεμίαν ἀνάγκην ἔχοντα ἅμα γίγνεσθαι. Ἐκ νώτου φρῖκαι πυκναί, ὀξέως μεταπίπτουσαι, δύσφοροι οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν. Ἔνεστι καὶ μέχρι τοῦ δύσφοροι τὸ πρῶτον μέρος τῆς ῥήσεως περιγράψαντα δεύτερον ἐπ' αὐτῷ λόγον ποιήσασθαι τὸ οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσι, ὡς εἰ καὶ οὕτως εἶπεν· ‘ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι δύσφοροί τέ εἰσι καὶ προσέτι σημαίνουσιν ἀπόληψιν, ὅπερ ἐστὶν ἐπίσχεσιν, οὔρου ἐπώδυνον’. ἀλλ' ἄμεινον ἐπὶ πᾶσι τοῖς εἰρημένοις τὴν τῶν οὔρων ἐπίσχεσιν αὐτὸν εἰρηκέναι σημαίνεσθαι. δῆλος γάρ ἐστιν ἑωρακώς τινα πεπονθότα τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ἢ τὰς ἀμφ' αὐτὸν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
