# In Hippocratis prorrheticum i commentaria iii 16.670

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.670

Καὶ τὸ νῦν εἰρημένον, ὥσπερ καὶ τὸ πρὸ τούτου καὶ ἄλλα πολλὰ τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων, ὑποπέπτωκε καθολικοῖς θεωρήμασιν· οὐ μόνον γὰρ ἐπὶ λευκῶν τῶν ἐπὶ τῷ τόκῳ κενουμένων ἐὰν ἐπίστασις γένηται, μοχθηρόν ἐστιν αἴτιον καὶ σημεῖον, ἀλλὰ καὶ ἐπὶ χολωδῶν καὶ αὐτοῦ τοῦ αἵματος. ἡ γάρ τοι λοχία κάθαρσίς ἐστιν, ἀλλὰ καὶ κατὰ τοὔνομα κάθαρσις τῶν ἀλλοτρίων, ἃ κατὰ τὸν τῆς κυήσεως χρόνον ἠθροίσθη ἐν ταῖς φλεψί, δαπανωμένου μὲν εἰς τροφὴν τῷ κυουμένῳ τοῦ κατ' αὐτὰς αἵματος χρηστοῦ, μένοντος δὲ τοῦ φαυλοτέρου, ὃ καθ' ἕκαστον μῆνα πρότερον ἐξεκρίνετο διὰ τῆς μήτρας. ὅταν οὖν τοῦτο μὴ κενωθῇ τεκούσης τῆς γυναικός, ἤτοι τὰς μήτρας εἰς φλεγμονὴν ἐξαίρει μεγάλην ἢ πρός τινα τῶν ἀνωτέρω τόπων ἐνεχθὲν οἰκεῖον τῷ δεξαμένῳ τό τε πάθος ἐπιφέρει καὶ τὸν κίνδυνον, ἐς ὅ τι δὲ διήκει, διὰ τῶν ἐπιφαινομένων συμπτωμάτων εἴσῃ, καθάπερ καὶ νῦν ὅ τε θώραξ καὶ ἡ κεφαλὴ τὸ ἀπὸ τῶν ὑστερῶν ἀναφερόμενον ἐδέξατο πονηρὸν αἷμα. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
