# In Hippocratis prorrheticum i commentaria iii 16.677

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.677

ὁ δὲ τὸ προρρητικὸν τοῦτο γράψας ἔφη· φάρυγξ ἐπώδυνος ἰσχνή. τὸ γὰρ ἰσχνὴ ταὐτὸν τῷ μηδὲν ἔκδηλον ἔχειν δύναται. προσέθηκε δὲ οὗτος μάτην τὸ μετὰ δυσφορίης, ἐξ ἑτέρου γένους ὑπάρχον συμπτωμάτων. εἶτα καὶ τὸ πνιγώδης ὁ μὲν τοῦτο τὸ βιβλίον γράψας ἀδιορίστως τε καὶ κοινῶς εἶπεν, ὁ Ἱπποκράτης δὲ οἰκείῳ τῆς διαφορᾶς ὀνόματι προσηγόρευσεν εἰπὼν ὀρθόπνοιαν ἐπιφέρειν αὐτήν. ὀνομάζει δὲ καὶ αὐτὸς καὶ οἱ ἄλλοι πάντες ὀρθόπνοιαν ἐκεῖνο τὸ τῆς δυσπνοίας εἶδος, ἐν ᾧ πνίγονται κατακείμενοι καὶ μόλις ἐξαρκοῦσιν ὄρθιον ἔχοντες τὸν θώρακα κατὰ μηδενὸς ἐρηρεισμένου τοῦ μεταφρένου. κατασχιζομένης γὰρ εἰς τὸν πνεύμονα τῆς τραχείας ἀρτηρίας τὴν ἀρχὴν ἀπὸ τοῦ λάρυγγος ἐχούσης, ὅταν μὲν ἀνατείνωμεν ὄρθιον τὸν θώρακα, σὺν τῷ τραχήλῳ τὴν τραχεῖαν ἀρτηρίαν ἐξευρύνεσθαι συμβαίνει καὶ τὰς ἐξ αὐτῆς ἀποφύσεις ἁπάσας τὰς εἰς τὸν πνεύμονα κατασχιζομένας εὐρύνεσθαι κἀν τούτῳ τὴν ἔνδον αὐτῷ χώραν αὐξάνεσθαι. διὰ τοῦτο μὲν οὖν κἀπὶ τῆς περιπνευμονίας ἡ ὀρθόπνοια γίνεται κἀν τοῖς καλουμένοις

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
