Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.678
Not analysed yet
ἀσθ|ματικοῖς πάθεσι, δι' αὐτὸ δὲ τοῦτο κἀπὶ τῆς χαλεπωτάτης κυνάγχης, ἐν ᾗ φλεγμαίνοντες οἱ τοῦ λάρυγγος ἔνδον μύες ἀποφράττουσι τὴν ὁδὸν τῆς ἀναπνοῆς. ἐπιτείνεται γὰρ καὶ τοῦτο τὸ πάθημα κατακειμένων αὐξανομένης τῆς στενοχωρίας. ἀλλὰ καὶ τὰς ἄλλας <τῆς> κυνάγχης διαφορὰς ὁ Ἱπποκράτης ἔγραψεν ἐν τῷ Προγνωστικῷ σαφέστατά τε καὶ ἀκριβέστατα κατ' ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἐν ᾧ καὶ ἡ ῥηθεῖσά μοι νῦν εἴρηται ῥῆσις. ἐν δὲ τῷ προρρητικῷ τούτῳ καίτοι πολλάκις φάρυγγος μνημονεύσας ὁ γράψας τὸ βιβλίον οὐδὲν ἡμᾶς σαφὲς οὐδὲ διηρθρωμένον ἐδίδαξε περὶ τῶν κατὰ ταύτην παθῶν. Οἷς πνεῦμα ἀνέλκεται, φωνὴ δὲ πνιγώδης, ὁ σπόνδυλος ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός τινος τὸ πνεῦμα γίνεται. |